Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.198 Dem. 19.201 (English) >>Dem. 19.205

19.200μετὰ ταῦτα δὲ ταῖς ἀρχαῖς ὑπογραμματεύοντα καὶ δυοῖν τριῶν δραχμῶν πονηρὸν ὄντα; τὰ τελευταῖα δʼ ἔναγχος ἐν χορηγίοις ἀλλοτρίοις ἐπὶ τῷ τριταγωνιστεῖν ἀγαπητῶς παρατρεφόμενον; ποῖον οὖν ἐρεῖς βίον; ὃν ποῦ βεβίωκας; ἐπεὶ γε βεβιωμένος σοι τοιοῦτος φαίνεται. ἀλλὰ δὴ τὰ τῆς ἐξουσίας· οὗτος ἄλλον ἔκρινε παρʼ ὑμῖν ἐπὶ πορνείᾳ. ἀλλὰ μήπω ταῦτα, ἀλλὰ τὰς μαρτυρίας μοι λέγε πρῶτον ταυτασί.Μαρτυρίαι

19.201τοσούτων τοίνυν καὶ τοιούτων ὄντων, ἄνδρες δικασταί, ὧν ἀδικῶν ὑμᾶς ἐξελήλεγκται, ἐν οἷς τί κακὸν οὐκ ἔνι; δωροδόκος, κόλαξ, ταῖς ἀραῖς ἔνοχος, ψεύστης, τῶν φίλων προδότης, πάντʼ ἔνεστι τὰ δεινότατα· πρὸς ἓν οὐδʼ ὁτιοῦν τούτων ἀπολογήσεται, οὐδʼ ἕξει δικαίαν οὐδʼ ἁπλῆν εἰπεῖν ἀπολογίαν οὐδεμίαν. δʼ ἐγὼ πέπυσμαι μέλλειν αὐτὸν λέγειν, ἔστι μὲν ἐγγυτάτω μανίας, οὐ μὴν ἀλλʼ ἴσως τῷ μηδὲν ἔχοντι δίκαιον ἄλλʼ εἰπεῖν ἀνάγκη πάντα μηχανᾶσθαι. 19.202ἀκούω γὰρ αὐτὸν ἐρεῖν ὡς ἄρʼ ἐγὼ πάντων ὧν κατηγορῶ κοινωνὸς γέγονα, καὶ συνήρεσκε ταῦτά μοι καὶ συνέπραττον αὐτῷ, ἔπειτʼ ἐξαίφνης μεταβέβλημαι καὶ κατηγορῶ. ἔστι δʼ ὑπὲρ μὲν τῶν πεπραγμένων οὔτε δικαία οὔτε προσήκουσʼ τοιαύτη ἀπολογία, ἐμοῦ μέντοι τις κατηγορία· ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα, φαῦλός εἰμʼ ἄνθρωπος, τὰ δὲ πράγματʼ οὐδὲν βελτίω διὰ τοῦτο, οὐδὲ πολλοῦ δεῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.198 Dem. 19.201 (English) >>Dem. 19.205

Powered by PhiloLogic